Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.]. | ||
<<Dem. 20.149 | Dem. 20.152 (English) | >>Dem. 20.156 |
20.151πρὸς τοίνυν Δεινίαν · οὗτος ἴσως ἐρεῖ τριηραρχίας αὑτοῦ καὶ λῃτουργίας . ἐγὼ δʼ , εἰ πολλοῦ τῇ πόλει Δεινίας ἄξιον αὑτὸν παρέσχηκεν , ὡς ἔμοιγε δοκεῖ νὴ τοὺς θεούς , μᾶλλον ἂν παραινέσαιμʼ αὑτῷ τινὰ τιμὴν ὑμᾶς ἀξιοῦν δοῦναι ἢ τὰς ἑτέροις πρότερον δοθείσας ἀφελέσθαι κελεύειν · πολὺ γὰρ βελτίονος ἀνδρός ἐστιν ἐφʼ οἷς αὐτὸς εὖ πεποίηκεν ἀξιοῦν τιμᾶσθαι ἢ ἐφʼ οἷς ἕτεροι ποιήσαντες ἐτιμήθησαν φθονεῖν .
20.152ὃ δὲ δὴ μέγιστον ἁπάντων καὶ κοινὸν ὑπάρχει κατὰ πάντων τῶν συνδίκων · τούτων πολλάκις εἷς ἕκαστος πρότερόν τισι πράγμασι σύνδικος γέγονεν . ἔστι δὲ καὶ μάλʼ ἔχων νόμος ὑμῖν καλῶς , οὐκ ἐπὶ τούτοις τεθείς , ἀλλʼ ἵνα μὴ τὸ πρᾶγμʼ ὥσπερ ἐργασία τισὶν ᾖ καὶ συκοφαντία , μὴ ἐξεῖναι ὑπὸ τοῦ δήμου χειροτονηθέντα πλεῖν ἢ ἅπαξ συνδικῆσαι .
20.153τοὺς δὴ συνεροῦντας νόμῳ καὶ διδάξοντας ὑμᾶς ὡς ἐπιτήδειός ἐστιν , αὐτοὺς τοῖς ὑπάρχουσι νόμοις δεῖ πειθομένους φαίνεσθαι · εἰ δὲ μή , γελοῖον νόμῳ μὲν συνδικεῖν , νόμον δʼ αὐτοὺς παραβαίνειν ἕτερον . ἀνάγνωθι λαβὼν τὸν νόμον αὐτοῖς ὃν λέγω .ἐγὼ δʼ ἔτι μικρὰ πρὸς ὑμᾶς εἰπὼν καταβήσομαι . ἔστι γάρ , ὦ ἄνδρες Ἀθηναῖοι , πάντας μὲν τοὺς νόμους ὑμῖν , ὡς ἐγὼ νομίζω , σπουδαστέον ὡς κάλλιστʼ ἔχειν , μάλιστα δὲ τούτους διʼ ὧν ἢ μικρὰν ἢ μεγάλην ἔστʼ εἶναι τὴν πόλιν . εἰσὶ δʼ οὗτοι τίνες ; οἵ τε τοῖς ἀγαθόν τι ποιοῦσι τὰς τιμὰς διδόντες καὶ οἱ τοῖς τἀναντία πράττουσι τὰς τιμωρίας . εἰ γὰρ ἅπαντες ὡς ἀληθῶς τὰς ἐν τοῖς νόμοις ζημίας φοβούμενοι τοῦ κακόν τι ποιεῖν ἀποσταῖεν , καὶ πάντες τὰς ἐπὶ ταῖς εὐεργεσίαις δωρειὰς ζηλώσαντες ἃ χρὴ πράττειν προέλοιντο , τί κωλύει μεγίστην εἶναι τὴν πόλιν καὶ πάντας χρηστοὺς καὶ μηδένʼ εἶναι πονηρόν ;
Νόμος
20.154
Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.]. | ||
<<Dem. 20.149 | Dem. 20.152 (English) | >>Dem. 20.156 |